Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ
καθ᾿ ἣν μνείαν ποιούμεθα τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ (πόρνης) γυναικός
(Τελεῖται συνήθως τῇ Μ. Τρίτῃ ἑσπέρας) […]
🇬🇷☦️ #Μεγάλη_Εβδομάδα
#Μεγάλη_Τρίτη ➡️ #Μεγάλη_Τετάρτη
#Καλό_Πάσχα #Καλή_Ανάσταση
🔹#Το_Τροπάριο_της_Κασσιανής
ΚΥΡΙΕ, ἡ ἐν πολλαῖς ἁμαρτίαις
περιπεσοῦσα γυνή,
τήν Σήν αἰσθομένη θεότητα,
μυροφόρου ἀναλαβοῦσα τάξιν,
ὀδυρομένη, μύρα Σοι,
προτοῦ ἐνταφιασμοῦ κομίζει.
Οἴμοι! λέγουσα ὅτι νύξ μοι ὑπάρχει,
οἶστρος ἀκολασίας,
ζοφώδης τε και ἀσέληνος
ἔρως τῆς ἁμαρτίας.
Δέξαι μου
τὰς πηγάς τῶν δακρύων,
ὁ νεφέλαις διεξάγων
τῆς θαλάσσης τὸ ὕδωρ
κάμφθητί μοι
πρὸς τοὺς στεναγμούς τῆς καρδίας,
ὁ κλίνας τοὺς οὐρανούς
τῇ ἀφάτῳ Σου κενώσει.
Καταφιλήσω
τοὺς ἀχράντους Σου πόδας,
ἀποσμήξω τούτους δε πάλιν
τοῖς τῆς κεφαλῆς μου βοστρύχοις
ὧν ἐν τῷ παραδείσῳ
Εὔα τὸ δειλινόν,
κρότον τοῖς ὦσιν ἠχηθεῖσα,
τῷ φόβῳ ἐκρύβη.
Ἁμαρτιῶν μου τὰ πλήθη
καὶ κριμάτων σου ἀβύσσους
τίς ἐξιχνιάσει, ψυχοσῶστα Σωτήρ μου;
Μή μὲ τὴν Σὴν δούλην παρίδῃς,
ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.
ℹ️
Και μία μικρή λεπτομέρεια. Το εικονιζόμενο ψηφιδωτό είναι προϊόν τεχνητής νοημοσύνης!