Γιος του Ποσειδώνα και της Μέδουσας. Ο Χρυσάωρ ήταν γιγαντόσωμος πολεμιστής – τέρας που βγήκε μέσα από το σώμα της Μέδουσας μαζί με τον Πήγασο, το φτερωτό άλογο, όταν την αποκεφάλισε ο Περσέας. Ονομάστηκε έτσι επειδή γεννήθηκε με ένα χρυσό σπαθί στο χέρι.
Φωτογραφία: Ο Περσέας κρατά το κομμένο κεφάλι της Μέδουσας και από το λαιμό της πετάγεται το παιδί της, Χρυσάωρ. @britishmuseum
Ο Χρυσάωρ ήταν πρόγονος πολλών τεράτων. Απέκτησε με την Ωκεανίδα Καλλιρρόη δύο παιδιά, τον τρισώματο γίγαντα Γηρυόνη και την Έχιδνα, που ήταν μισή γυναίκα και μισή φίδι.
Η Έχιδνα και ο Τυφώνας έφεραν στο φως τον Κέρβερο, τον Όρθρο, το Λιοντάρι της Νεμέας, τη Λερναία Ύδρα, τη Φαία της Κρομμυώνας και τη Σφίγγα της Θήβας.
Ησίοδος, Θεογονία, 270
Φόρκυι δ’ αὖ Κητὼ γραίας τέκε καλλιπαρήους
ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ’ ἄνθρωποι,
Πεμφρηδώ τ’ εὔπεπλον Ἐνυώ τε κροκόπεπλον,
Γοργούς θ’, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
ἐσχατιῇ πρὸς νυκτός, ἵν’ Ἑσπερίδες λιγύφωνοι,
Σθεννώ τ’ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα·
ἡ μὲν ἔην θνητή, αἱ δ’ ἀθάνατοι καὶ ἀγήρῳ,
αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσι.
τῆς ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,
ἐξέθορε Χρυσάωρ τε μέγας καὶ Πήγασος ἵππος.
τῷ μὲν ἐπώνυμον ἦν, ὅτ’ ἄρ’ Ὠκεανοῦ παρὰ πηγὰς
γένθ’, ὁ δ’ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσι.
χὠ μὲν ἀποπτάμενος, προλιπὼν χθόνα μητέρα μήλων,
ἵκετ’ ἐς ἀθανάτους· Ζηνὸς δ’ ἐν δώμασι ναίει
βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι·
Χρυσάωρ δ’ ἔτεκε τρικέφαλον Γηρυονῆα
μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο·
Απολλόδωρος, Βιβλιοθήκη, 2, 4, 2
ἐπιστὰς οὖν αὐταῖς ὁ Περσεὺς κοιμωμέναις, κατευθυ-
νούσης τὴν χεῖρα Ἀθηνᾶς, ἀπεστραμμένος καὶ βλέπων
εἰς ἀσπίδα χαλκῆν, δι’ ἧς τὴν εἰκόνα τῆς Γοργόνος
ἔβλεπεν, ἐκαρατόμησεν αὐτήν. ἀποτμηθείσης δὲ τῆς
κεφαλῆς, ἐκ τῆς Γοργόνος ἐξέθορε Πήγασος πτηνὸς
ἵππος, καὶ Χρυσάωρ ὁ Γηρυόνου πατήρ·
Τατιανός, Προς Έλληνας, 8, 3, 1
καὶ μετὰ τὴν Γοργοῦς καρατομίαν τῆς Ποσειδῶνος
ἐρωμένης, ἀφ’ ἧς Πήγασος ὁ ἵππος καὶ
ὁ Χρυσάωρ ἀνέθορε,
τὰς σταγόνας τῶν αἱμάτων ἡ Ἀθηνᾶ καὶ ὁ Ἀσκληπιὸς διενεί-
μαντο· καὶ ὁ μὲν ἀπ’ αὐτῶν ἔσωζεν, ἡ δὲ ἀπὸ τῶν ὁμοίων
λύθρων ἀνθρωποκτόνος [ἡ πολεμοποιὸς] ἐγίνετο.
Υγίνος, Fabulae, 151
Διόδωρος Σικελιώτης, 17
Οβίδιος, Μεταμορφώσεις, 4, 784
http://www.theogonia.gr/onta/xl/chrisaor.htm