Τα Αβδήρια ήταν αγώνες που γίνονταν προς τιμήν του ήρωα Άβδηρου ιδρυτή της πόλης των Αβδήρων.
Οι αγώνες περιλάμβαναν πυγμή, παγκράτιο, πάλη και άλλα αγωνίσματα.
Στους αγώνες δεν γίνονταν ιπποδρομίες, επειδή τον Άβδηρο τον είχαν κατασπαράξει τα άλογα του Διομήδη, των οποίων τη φύλαξη είχε αναλάβει.
Βιβλιογραφία – πηγές
Φιλόστρατος, Εικόνες, 2, 25
ΑΒΔΗΡΟΥ ΤΑΦΑΙ
Μὴ τὰς ἵππους, ὦ παῖ, τὰς τοῦ Διομήδους
ἆθλον ἡγώμεθα τοῦ Ἡρακλέους, ἅς γε καὶ ᾕρηκεν
ἤδη καὶ συντέτριφε τῷ ῥοπάλῳ – καὶ ἡ μὲν κεῖται
αὐτῶν, ἡ δὲ ἀσπαίρει, τὴν δὲ ἀναπηδᾶν ἐρεῖς, ἡ δὲ
πίπτει, βάρβαροι ταῖς χαίταις καὶ ἐς ὁπλὴν λάσιοι
καὶ ἄλλως θηρία· φάτναι δὲ ὡς ἀνάπλεῳ μελῶν
ἀνθρωπείων καὶ ὀστῶν εἰσιν, οἷς εἰς τὴν ἱπποτρο-
φίαν ταύτην ὁ Διομήδης ἐχρήσατο, αὐτός τε ὁ ἱππο-
τρόφος ὡς ἀγριώτερος ἰδεῖν ἢ αἱ ἵπποι, πρὸς αἷς
πέπτωκεν – ἀλλὰ τουτονὶ τὸν ἆθλον χαλεπώτερον
χρὴ δοκεῖν Ἔρωτός τε πρὸς πολλοῖς ἐπιτάττοντος
αὐτὸν τῷ Ἡρακλεῖ μόχθου τε ἐπ’ αὐτῷ οὐ μικροῦ
ὄντος. τὸν γὰρ δὴ Ἄβδηρον ὁ Ἡρακλῆς ἡμίβρωτον
φέρει ἀποσπάσας τῶν ἵππων, ἐδαίσαντο δὲ αὐτὸν
ἁπαλὸν ἔτι καὶ πρὸ Ἰφίτου νέον, τουτὶ δὲ ἔστι
καὶ τοῖς λειψάνοις συμβαλέσθαι· καλὰ γὰρ δὴ ἔτι
ἐν τῇ λεοντῇ κεῖται.
τὰ μὲν δὴ δάκρυα τὰ ἐπ’
αὐτοῖς καὶ εἰ δή τι περιεπτύξατο αὐτῶν καὶ ὀλοφυρό-
μενος εἶπε καὶ τὸ βαρὺ τοῦ προσώπου τὸ ἐπὶ πένθει
δεδόσθω καὶ ἄλλῳ ἐραστῇ· ἄλλο ἐχέτω τι καὶ ἡ στήλη
γέρας ἐφεστηκυῖα καλοῦ σήματι· ὁ δ’ οὐχ ὅπερ οἱ
πολλοὶ πόλιν τε τῷ Ἀβδήρῳ ἀνίστησιν, ἣν ἀπ’ αὐτοῦ
καλοῦμεν, καὶ ἀγὼν τῷ Ἀβδήρῳ κείσεται, ἀγωνιεῖται
δ’ ἐπ’ αὐτῷ πυγμὴν καὶ παγκράτιον καὶ πάλην καὶ
τὰ ἐναγώνια πάντα πλὴν ἵππων.
http://www.theogonia.gr/latreia/pinakes/alpha/avdiria.htm