Ἀκολουθία τοῦ Ὄρθρου Σαρακοστής

ΑΚΟΛΟΥΘΗΣΤΕ ΜΑΣ

ΔΙΑΒΑΣΤΕ ΕΠΙΣΗΣ

20160314010828.jpgὉ Ἱερεύς· Εὐλογητὸς…
ὁ Ἀναγνώστης· Ἀμήν.
Εἰ μέν ἐστι μεγάλη Τεσσαρακοστή, λέγομεν πρῶτον· Τρισάγιον. Κύριε, ἐλέησον(ιβ΄). Δόξα… Καὶ νῦν…Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.Ὁ Ἱερεύς· Δόξα τῇ ἁγία καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ὁ Ἀναγνώστης· Ἀμήν. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ΄).Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν σου (δίς).

Ο ΕΞΑΨΑΛΜΟΣ…

Εἶτα Συναπτὴ ὑπὸ τοῦ Ἱερέως·

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός, μεθ΄ ἑκάστην Δέησιν, τὸ Κύριε, ἐλέησον.
…Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι, …

Τῇ δὲ ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ, μετὰ τὴν Συναπτήν, ψάλλομεν τό· Ἀλληλούϊα, ἐκ γ΄ κατ΄ Ἦχον, λέγοντες πρότερον ἕνα ἐκ τῶν ἐφεξῆς Στίχων.

Στίχ. α΄. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματα σου ἐπὶ τῆς γῆς.
Στίχ. β΄. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Στίχ. γ΄. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Στίχ. δ΄. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς.

Καὶ μετὰ τὸ, Ἀλληλούϊα, ψάλλομεν τοὺς Τριαδικοὺς Ὕμνους τοῦ τυχόντος Ἤχου.

…δυνάμει του Σταυρου Σου, σωσον ημας.
…πρεσβείαις του ιεράρχου, σωσον ημας.
..πρεσβείαις τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Ἐν συνεχείᾳ στιχολογοῦνται τὰ ἐνδιάτακτα καθίσματα τοῦ Ψαλτηρίου καὶ ψάλλονται τὰ ἀντίστοιχα καθίσματα.

Μικρὰ Συναπτή (Τρίστιχον)

Ὁ Διάκονος· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

…Ὁ Ἱερεύς· Ὅτι σὸν τὸ κράτος …Μετὰ τὴν Α΄ Στιχολογίαν.

Καθίσματα Σταυρώσιμα.

Ἦχος …

Μετὰ δὲ τὴν β΄ Στιχολογίαν, τὰ παρόντα·

…Μετὰ τὴν γ΄ Στιχολογίαν.

Καθίσματα. …
Μετὰ ταῦτα λέγομεν τὸν Ν΄ Ψαλμὸν. Ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου …Ὁ χορός· Κύριε, ἐλέησον (ιβ΄).
Ὁ Ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς, …

ΩΔΑΙ………….

Ὠδὴ (α΄. Ἦχος πλ. δ΄. Ὁ Εἱρμός)…

Ὠδὴ γ΄. Ὁ Εἱρμός.

…ΤΡΙΩΔΙΟΥ Ὠδὴ γ΄. …

Εἱρμὸς ἄλλος.

…Ὁ Εἱρμός….

Μετὰ τὴ Γ΄ ᾨδήν, Μικρὰ Συναπτή (Τρίστιχον)

Ὁ Διάκονος· Ἔτι καὶ ἔτι …
Ὁ Ἱερεύς· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…Κάθισμα. …

Σταυροθεοτοκίον…

Ὠδὴ ς΄. Ὁ Εἱρμός…

Μετὰ τὴν Ϛ΄ Ὠδήν. Μικρὰ Συναπτή (Τρίστιχον)

Ὁ Διάκονος· Ἔτι καὶ ἔτι …
Ὁ Ἱερεύς· Σὺ γὰρ εἶ ὁ Βασιλεὺς …

Εἰς τὴν ζ΄ Ὠδήν.

Μαρτυρικόν…

Συναξάριον.

…Ὠδὴ ζ΄. Ὁ Εἱρμός….

Ὠδὴ η΄. Ὁ Εἱρμός…

…Εἱρμὸς ἄλλος.

…Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν…

Ὁ Εἱρμός…

Μετὰ τὴν Η΄ Ὠδήν.

Ὁ Διάκονος· Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσι με πᾶσαι γενεαί. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…
Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…

Ὁ Εἱρμός…

Εἰ μὲν οὐκ ἔστι Κυριακή, μετὰ τὸν Εἱρμόν, τὸ Ἄξιόν ἐστιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σε μεγαλύνομεν. Μετὰ τὴν Καταβασίαν τῆς Θ΄ Ὠδῆς. Μικρὰ Συναπτή (Τρίστιχον)·

Ὁ Διάκονος· Ἔτι καὶ ἔτι …
Ὁ Ἱερεύς· Ὅτι σὲ αἰνοῦσι …

ΦΩΤΑΓΩΓΙΚΑ ΚΑΤ΄ ΗΧΟΝ Ἐκ τρίτου ψαλλόμενα…

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΜΙΚΡΗ ΔΟΞΟΛΟΓΙΑ

Ὁ Ἀναγνώστης χῦμα τό·

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμεν σε, εὐλογοῦμεν σε, προσκυνοῦμεν σε, δοξολογοῦμεν σε, εὐχαριστοῦμεν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ΄ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ΄ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου.
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὰ Πληρωτικά

Ὁ Ἱερεύς· Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
…Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοι τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπόστιχα τῶν Αἴνων.

… (Εἰ δὲ Τεσσαρακοστή, ἢ ἀλλη ἡμέρα μὴ ἔχουσα Δοξολογίαν μεγάλην, μετὰ τὸ εἰς τοὺς Αἴνους Δόξα, Καὶ νῦν, λέγομεν οὕτω·

Εἶτα τὰ ἀπόστιχα τῶν αἴνων, ἐν οἷς λέγομεν στίχους·

Στίχ. α΄. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Στίχ. β΄. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ΄ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ΄ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Δόξα… Καὶ νῦν…)
Ὁ Ἱερεὺς λέγει·
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε· τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειαν σου κατὰ νύκτα.
Μεθ΄ ὅ, Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.
Εἰ δέ ἐστι Τεσσαρακοστή, μετὰ τὸ «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ…», καὶ μετὰ τὸ Τρισάγιον, λέγομεν τὸ παρόν.

Ἀπολυτίκιον.

Ἐν τῷ Ναῷ ἑστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν, Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου.
Εἶτα τό· Κύριε, ἐλέησον (μ΄). Δόξα… Καὶ νῦν… Τὴν τιμιωτέραν τῶν Χερουβείμ… Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Ὁ Ἱερεύς· Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.

Εἶτα λέγομεν τό·

Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον· τὴν Πίστιν στήριξον· τὰ Ἔθνη πράϋνον· τὸν Κόσμον εἰρήνευσον· τὴν ἁγίαν Ἐκκλησίαν (ἢ Μονήν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Εἶθ΄ οὕτω, λέγομεν καθ΄ ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.

Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ΄ λέγοντες καθ΄ ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς·
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.
 

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

εισάγετε το σχόλιό σας!
παρακαλώ εισάγετε το όνομά σας εδώ

ΔΗΜΟΦΙΛΗ